Add parallel Print Page Options

[a]Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα [b]καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ [c]πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι [d]εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα [e]ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.

Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ [f]συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:1 Ὁμοίως WH Treg] + αἱ NIV RP
  2. ΠΕΤΡΟΥ Α΄ 3:1 καὶ Treg NIV RP] – WH
  3. ΠΕΤΡΟΥ Α΄ 3:4 πραέως καὶ ἡσυχίου Treg NIV RP] ἡσυχίου καὶ πραέως WH
  4. ΠΕΤΡΟΥ Α΄ 3:5 εἰς WH Treg NIV] ἐπὶ RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:6 ὑπήκουσεν Treg NIV RP] ὑπήκουεν WH
  6. ΠΕΤΡΟΥ Α΄ 3:7 συγκληρονόμοις WH Treg NIV] συγκληρονόμοι RP